Εἶπεν ὁ Κύριος· όταν ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ
καὶ πάντες οἱ ἅγιοι ἄγγελοι μετ᾿ αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ, καὶ
συναχθήσεται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη, καὶ ἀφοριεῖ αὐτοὺς ἀπ᾿ ἀλλήλων ὥσπερ
ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων, καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν
αὐτοῦ, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων. Τότε ἐρεῖ ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ· δεῦτε
οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ
καταβολῆς κόσμου.
Ἐπείνασα γάρ, καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα, καὶ ἐποτίσατέ
με, ξένος ἤμην, καὶ συνηγάγετέ με, γυμνός, καὶ περιεβάλετέ με, ἠσθένησα, καὶ ἐπεσκέψασθέ
με, ἐν φυλακῇ ἤμην, καὶ ἤλθετε πρός με. Τότε ἀποκριθήσονται αὐτῷ οἱ δίκαιοι
λέγοντες· κύριε, πότε σε εἴδομεν πεινῶντα καὶ ἐθρέψαμεν, ἢ διψῶντα καὶ ἐποτίσαμεν;
Πότε δέ σε εἴδομεν ξένον καὶ συνηγάγομεν, ἢ γυμνὸν καὶ περιεβάλομεν; Πότε δέ σε
εἴδομεν ἀσθενῆ ἢ ἐν φυλακῇ, καὶ ἤλθομεν πρός σε; Καὶ ἀποκριθεὶς ὁ βασιλεὺς ἐρεῖ
αὐτοῖς· ἀμὴν λέγω ὑμῖν, ἐφ᾿ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων,
ἐμοὶ ἐποιήσατε. Τότε ἐρεῖ καὶ τοῖς ἐξ εὐωνύμων· πορεύεσθε ἀπ᾿ ἐμοῦ οἱ
κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις
αὐτοῦ. Ἐπείνασα γάρ, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα, καὶ οὐκ ἐποτίσατέ με,
ξένος ἤμην, καὶ οὐ συνηγάγετέ με, γυμνός, καὶ οὐ περιεβάλετέ με, ἀσθενὴς καὶ ἐν
φυλακῇ, καὶ οὐκ ἐπεσκέψασθέ με. Τότε ἀποκριθήσονται αὐτῷ καὶ αὐτοὶ λέγοντες·
κύριε, πότε σε εἴδομεν πεινῶντα ἢ διψῶντα ἢ ξένον ἢ γυμνὸν ἢ ἀσθενῆ ἢ ἐν φυλακῇ,
καὶ οὐ διηκονήσαμέν σοι; Τότε ἀποκριθήσεται αὐτοῖς λέγων· ἀμὴν λέγω ὑμῖν, ἐφ᾿ ὅσον
οὐκ ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, οὐδὲ ἐμοὶ ἐποιήσατε. Καὶ ἀπελεύσονται οὗτοι
εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον.
Εἶπε ὁ Κύριος:
«Ὅταν θα ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου μὲ ὅλην του τὴν δόξαν καὶ ὅλοι οἱ ἄγγελοι μαζί του, τότε θὰ καθήσῃ εἰς τὸν θρόνον τῆς δόξης του καὶ θὰ μαζευθοῦν ἐνώπιόν του ὅλα τὰ ἔθνη καὶ θὰ χωρίσῃ τοὺς μὲν ἀπὸ τοὺς δέ, ὅπως ὁ βοσκὸς χωρίζει τὰ πρόβατα ἀπὸ τὰ κατσίκια, καὶ θα τοποθετήσῃ τὰ μὲν πρόβατα πρὸς τὰ δεξιά του, τὰ δὲ κατσίκια πρὸς τὰ ἀριστερά του. Τότε θὰ πῇ ὁ βασιλεὺς εἰς ἐκείνους,
ποὺ θὰ εἶναι πρὸς τὰ δεξιά, «Ἐλᾶτε οἱ εὐλογημένοι τοῦ Πατέρα μου, κληρονομῆστε
τὴν βασιλείαν, ἡ ὁποία εἶναι ἐτοιμασμένη γιὰ σᾶς ἀπὸ τὸν καιρὸν τῆς δημιουργίας
τοῦ κόσμου. Διότι ἐπείνασα καὶ μοῦ ἐδώκατε νὰ φάγω, ἐδίψασα καὶ μ’ ἐποτίσατε, ξἐνος
ἤμουνα καὶ μ’ ἐπήρατε εἰς τὸ σπίτι, γυμνὸς ἤμουνα καὶ μ’ ἐνδύσατε, ἀρρώστησα καὶ
μ’ ἐπισκεφθήκατε, εἰς τὴν φυλακὴν ἤμουνα καὶ ἤλθατε σ’ ἐμέ». Τότε θὰ τοῦ ἀποκριθοῦν
οἱ δίκαιοι καὶ θὰ ποῦν, «Κύριε, πότε σὲ εἴδαμε νὰ πεινᾷς καὶ σ’ ἐθρέψαμε ἢ νὰ
διψᾷς καὶ σ’ ἐποτίσαμε; Πότε δὲ σὲ εἴδαμε ξένον καὶ σ’ ἐπήραμε εἰς τὸ σπίτι ἢ
γυμνὸν καὶ σ’ ἐνδύσαμε; Πότε σὲ εἴδαμε ἄρρωστον ἢ φυλακισμένον καὶ ἤλθαμε σ’ἐσέ;».
Ὁ βασιλεὺς θὰ ἀπαντήσῃ καὶ θὰ τοὺς πῇ, «Ἀλήθεια σᾶς λέγω, ὅ,τι ἐκάνατε εἰς ἕνα ἀπὸ
τούτους τοὺς ἀσήμαντους ἀδεφλοὺς μου, σ’ ἐμὲ τὸ ἐκάνατε».
Τότε θὰ πῇ σ’ ἐκείνους, ποὺ θὰ εἶναι πρὸς τὰ ἀριστερά, «Φύγετε ἀπ’ ἐμέ, καταραμένοι,
στὴν αἰώνια φωτιά, ποὺ ἔχει ἐτοιμασθῆ διὰ τὸν διάβολον καὶ τοὺς ἀγγέλους του, διότι ἐπείνασα καὶ δὲν μοῦ ἐδώκατε νὰ φάγω, ἐδίψασα καὶ δὲν μ’ ἐποτίσατε, ξένος ἤμουνα καὶ δὲν μ’ ἐπήρατε εἰς τὸ σπίτι, γυμνὸς ἤμουνα καὶ δὲν μ’ ἐνδύσατε, ἀσθενὴς ἤμουνα καὶ φυλακισμένος καὶ δὲν μ’ ἐπισκεφθήκατε».
Τότε θὰ ἀποκριθοῦν καὶ
αὐτοὶ καὶ θὰ ποῦν, «Κύριε, πότε σὲ εἴδαμε νὰ πεινᾷς ἢ νὰ διψὰς καὶ νὰ εἶσαι
ξένος ἢ γυμνὸς ἢ ἀσθενὴς ἢ φυλακισμένος καὶ δὲν σὲ ὑπηρετήσαμε;» Τότε θὰ ἀποκριθῇ
εἰς αὐτοὺς καὶ θὰ πῇ, «Ἀλήθεια σᾶς λέγω, ὅ,τι δὲν ἐκάνατε εἰς ἕνα ἀπὸ τοὺς ἀσήμαντους
τούτους, οὔτε εἰς ἐμὲ ἐκάνατε». Καὶ αὐτοὶ θὰ μεταβοῦν εἰς κόλασιν αἰώνιον, οἱ δὲ
δίκαιοι εἰς ζωὴν αἰώνιον».
http://synodoiporia.blogspot.gr