Παρθένε Δέσποινα Θεοτόκε, ἡ τὸν Θεὸν Λόγον κατὰ σάρκα γεννήσασα, οἶδα μέν, οἶδα, ὅτι οὐκ ἔστιν εὐπρεπές, οὐδὲ ἄξιον ἐμὲ τὸν οὕτω πανάσωτον εἰκόνα καθαρὰν σοῦ τῆς ἁγνῆς, σοῦ τῆς ἀειπαρθένου, σοῦ τῆς σῶμα καὶ ψυχὴν ἐχούσης καθαρὰ καὶ ἀμόλυντα, ὀφθαλμοῖς μεμολυσμένοις ὁρᾶν καὶ χείλεσιν ἀκαθάρτοις καὶ βεβήλοις περιπτύσσεσθαι, ἢ παρακαλεῖν. Δίκαιον γάρ ἐστιν ἐμὲ τὸν οὕτω πανάσωτον ὑπὸ τῆς
σῆς καθαρότητος μισεῖσθαι καὶ βδελύττεσθαι· πλήν, ἐπειδήπερ διὰ τοῦτο γέγονεν ὁ
Θεός, ὃν ἐγέννησας, ἄνθρωπος, ὅπως καλέσῃ τοὺς ἁμαρτωλοὺς εἰς μετάνοιαν, θαρρῶν
κἀγὼ προσέρχομαί σοι μετὰ δακρύων δεόμενος.
Δέξαι μου τὴν παροῦσαν τῶν πολλῶν καὶ χαλεπῶν πταισμάτων ἐξομολόγησιν, καὶ προσάγαγε τῷ μονογενεῖ σου Υἱῷ καὶ Θεῷ, ἱκετηρίαν ποιοῦσα, ὅπως ἵλεως γένηται τῇ ἀθλίᾳ καὶ ταλαιπώρῳ μου ψυχῇ· διὰ γὰρ τὸ πλῆθος τῶν ἀνομιῶν μου κωλύομαι τοῦ πρὸς αὐτὸν ἀτενίσαι καὶ αἰτῆσαι συγχώρησιν. Διὰ τοῦτο σὲ προβάλλομαι πρέσβυν
τε καὶ μεσῖτιν, διότι πολλῶν καὶ μεγάλων ἀπολαύσας δωρεῶν παρὰ τοῦ
πλαστουργήσαντός με Θεοῦ, ἀμνήμων πάντων φανεὶς ὁ ἄθλιος καὶ ἀχάριστος, εἰκότως
παρασυνεβλήθην τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθην αὐτοῖς· πτωχεύων ταῖς
ἀρεταῖς, πλουτῶν τοῖς πάθεσιν, αἰσχύνης πεπληρωμένος, παρρησίας θείας
ἐστερημένος, κατακρινόμενος ὑπὸ Θεοῦ, θρηνούμενος ὑπὸ Ἀγγέλων, γελώμενος ὑπὸ
δαιμόνων, μισούμενος παρὰ ἀνθρώπων, ἐλεγχόμενος ὑπὸ τοῦ συνειδότος, ὑπὸ τῶν
πονηρῶν μου πράξεων καταισχυνόμενος, καὶ πρὸ θανάτου νεκρὸς ὑπάρχων, καὶ πρὸ
τῆς κρίσεως αὐτοκατάκριτος ὤν, καὶ πρὸ τῆς ἀτελευτήτου κολάσεως αὐτοτιμώρητος
ὑπὸ τῆς ἀπογνώσεως τυγχάνων.
Διὸ δὴ εἰς τὴν σὴν καὶ μόνην καταφεύγω θερμοτάτην ἀντίληψιν, Δέσποινα Θεοτόκε, ὁ τῶν μυρίων ὀφειλέτης ταλάντων ἐγώ, ὁ ἀσώτως δαπανήσας τὴν πατρικὴν οὐσίαν μετὰ πορνῶν, ὁ πορνεύσας ὑπὲρ τὴν πόρνην, ὁ παρανομήσας ὑπὲρ τὸν Μανασσῆν, ὁ ὑπὲρ τὸν πλούσιον ἄσπλαγχνος γεγονώς, ὁ λαιμαργιῶν δοῦλος, τὸ τῶν πονηρῶν λογισμῶν δοχεῖον, ὁ τῶν αἰσχρῶν καὶ ῥυπαρῶν λόγων θησαυροφύλαξ,
ὁ πάσης ἀκαθαρσίας ἔμπλεως καὶ πάσης ἀγαθῆς ἐργασίας ἀλλότριος.
Ἐλέησόν μου τὴν ταπείνωσιν, οἰκτείρησόν μου τὴν ἀσθένειαν.
Μεγάλην ἔχεις πρὸς τὸν ἐκ σοῦ τεχθέντα τὴν παρρησίαν, ὡς οὐδεὶς ἕτερος. Πάντα
δύνασαι, ὡς Θεοῦ Μήτηρ. Πάντα ἰσχύεις, ὡς πάντων ὑπερέχουσα κτισμάτων. Οὐδέν
σοι ἀδυνατεῖ, ἐὰν θελήσῃς μόνον. Μὴ τὰ δάκρυά μου παρίδῃς· μὴ βδελύξῃ μου τὸν στεναγμόν·
μὴ ἀπώσῃ μου τὸν ἐγκάρδιον πόνον· μὴ καταισχύνῃς μου τὴν εἰς σὲ προσδοκίαν·
ἀλλὰ ταῖς μητρικαῖς σου δεήσεσι τὴν τοῦ ἀγαθοῦ Υἱοῦ καὶ Θεοῦ σου ἀβίαστον
βιασαμένη εὐσπλαγχνίαν, ἀξίωσόν με τὸν ταλαίπωρον καὶ ἀνάξιον δοῦλόν σου τὸ
πρῶτον καὶ ἀρχαῖον ἐπαναλαβεῖν κάλλος τῆς ψυχῆς, τὴν τῶν παθῶν ἀμορφίαν
ἀποβαλεῖν, ἐλευθερωθῆναι ἀπὸ τῆς ἁμαρτίας, δουλωθῆναι τῇ δικαιοσύνῃ, ἐκδύσασθαι
τὸν μιασμὸν τῆς σαρκικῆς ἡδονῆς, ἐνδύσασθαι τὸν ἁγιασμὸν τῆς ψυχικῆς
καθαρότητος, νεκρωθῆναι τῷ κόσμῳ, ζῆσαι τῇ ἀρετῇ· ὁδοιποροῦντί μοι συνοδεύουσα,
ἐν θαλάσσῃ πλέοντι συμπλέουσα, ἀεὶ πολεμοῦντάς με δαίμονας νικῶσα, ἀγρυπνοῦντά
με ἐνισχύουσα, ὑπνοῦντα διαφυλάττουσα, θλιβόμενον παραμυθουμένη, ὀλιγοψυχοῦντα
παρακαλοῦσα, ἀσθενοῦντα ῥωννύουσα, ἀδικούμενον ῥυομένη, συκοφαντούμενον ἀθωοῦσα,
εἰς θάνατον κινδυνεύοντα συντόμως προφθάνουσα, φοβερόν με ὁρατοῖς ἐχθροῖς καὶ
ἀοράτοις δεικνύουσα καθ᾿ ἑκάστην, ἵνα γνώσωσι πάντες οἱ ἀδίκως τυραννοῦντές με
δαίμονες τίνος δοῦλος ὑπάρχω.
Ναί, ὑπεραγία μου Δέσποινα Θεοτόκε, ἐπάκουσόν μου τῆς οἰκτροτάτης ταύτης δεήσεως, καὶ μὴ καταισχύνῃς με ἀπὸ τῆς προσδοκίας μου, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς. Τὸν βρασμὸν τῆς σαρκός μου
κατάσβεσον· τὸν ἐν τῇ ψυχῇ μου ἐγειρόμενον ἀγριώτατον κλύδωνα τοῦ ἀκαίρου θυμοῦ
καταπράϋνον· τὸν τῦφον καὶ τὴν ἀλαζονείαν τῆς ματαίας νεότητος ἐκ τοῦ νοός μου
ἀφάνισον· τὰς νυκτερινὰς φαντασίας τῶν πονηρῶν πνευμάτων καὶ τὰς καθημερινὰς
τῶν ἀκαθάρτων ἐννοιῶν προσβολὰς ἐκ τῆς καρδίας μου μείωσον· παίδευσόν μου τὴν
γλῶτταν λαλεῖν τὰ συμφέροντα· δίδαξον τοὺς ὀφθαλμούς μου τοῦ βλέπειν ὀρθῶς τῆς
ἀρετῆς τὴν εὐθύτητα· τοὺς πόδας μου τρέχειν ἀσκελίστως ποίησον τὴν μακαρίαν
ὁδὸν τῶν ἐντολῶν τοῦ Θεοῦ· τὰς χεῖράς μου ἁγιασθῆναι παρασκεύασον, ἵνα ἀξίως
αἴρωνται πρὸς τὸν Ὕψιστον· κάθαρόν μου τὸ στόμα, ἵνα μετὰ παρρησίας ἐπικαλέσωμαι
Πατέρα τὸν φοβερὸν Θεὸν καὶ πανάγιον. Ἄνοιξόν μου τὰ ὦτα, ἵνα ἀκούσω αἰσθητῶς
καὶ νοερῶς τὰ γλυκύτερα μέλιτος καὶ κηρίου τῶν ἁγίων Γραφῶν λόγια· δεχόμενος
ποιῶ αὐτὰ ὑπὸ σοῦ κραταιούμενος.
Δός μοι καιρὸν μετανοίας καὶ λογισμὸν ἐπιστροφῆς.
Αἰφνιδίου με ἐλευθέρωσον θανάτου. Κατακεκριμένου με συνειδότος ἀπάλλαξον. Τέλος
παράστηθί μοι ἐν τῷ χωρισμῷ τῆς ταπεινῆς μου ψυχῆς ἐκ τοῦ ἀθλίου τούτου
σώματος, τὴν ἀφόρητον ἐκείνην ἐλαφρύνουσα βίαν, τὸν ἀνέκφραστον ἐκεῖνον
ἐπικουφίζουσα πόνον, τὴν ἀπαραμύθητον ἐκείνην παραμυθουμένη στενοχωρίαν, τῆς
σκοτεινῆς με τῶν δαιμόνων λυτρουμένη μορφῆς, τοῦ πικροτάτου λογοθεσίου τῶν
τελωνῶν τοῦ ἀέρος καὶ τῶν ἀρχόντων τοῦ σκότους ἐξαίρουσα, τὰ χειρόγραφα τῶν
πολλῶν μου ἁμαρτιῶν διαρρήσουσα, τῷ Θεῷ με οἰκειοῦσα, τῆς ἐκ δεξιῶν αὐτοῦ καὶ μακαρίας
στάσεως, τῆς ἐν τῷ φοβερῷ κριτηρίῳ, καταξιοῦσα, τῶν αἰωνίων καὶ ἀνυποίστων
ῥυομένη κολάσεων, τῶν ἀοιδίμων καὶ ἀκηράτων ἀγαθῶν ποιοῦσα κληρονόμον.
Ταύτην σοι προσφέρω τὴν ἐξομολόγησιν, Δέσποινα Θεοτόκε, τὸ φῶς τῶν ἐσκοτισμένων μου ὀφθαλμῶν, ἡ παραμυθία ἐμῆς ψυχῆς, ἡ μετὰ Θεόν μου ἐλπὶς καὶ προστασία· ἣν εὐμενῶς πρόσδεξαι, καὶ καθάρισόν με ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἀξιοῦσά με ἐν τῷ παρόντι αἰῶνι ἀκατακρίτως μετέχειν τοῦ ἀχράντου σώματος καὶ αἵματος τοῦ Υἱοῦ καὶ Θεοῦ σου, ἐν τῷ μέλλοντι δὲ τῆς γλυκύτητος τοῦ οὐρανίου δείπνου, τῆς τρυφῆς τοῦ παραδείσου, τῆς βασιλείας τοῦ Θεοῦ, ἔνθα πάντων ἐστὶν εὐφραινομένων ἡ κατοικία. Καὶ τούτων τυχὼν τῶν ἀγαθῶν ὁ
ἀνάξιος, δοξάσω εἰς αἰῶνα αἰῶνος τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομα τοῦ Υἱοῦ
καὶ Θεοῦ σου, τοῦ δεχομένου πάντας τοὺς ἐξ ὅλης μετανοοῦντας ψυχῆς, διὰ τὸ σὲ
γενομένην πάντων τῶν ἁμαρτωλῶν μεσῖτιν καὶ ἐγγυήτριαν, καὶ διὰ σοῦ, πανύμνητε
καὶ ὑπεράγαθε Δέσποινα, περισῴζεται πᾶσα βροτεῖα φύσις, αἰνοῦσα καὶ εὐλογοῦσα
Πατέρα καὶ Υἱὸν καὶ Ἅγιον Πνεῦμα, τὴν παναγίαν Τριάδα καὶ ὁμοούσιον, πάντοτε,
νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.