῞Οποιος ἀκούει ἐσᾶς, ἀκούει ἐμένα· ὅποιος ἀπορρίπτει ἐσᾶς, ἀπορρίπτει
ἐμένα· κι ὅποιος ἀπορρίπτει ἐμένα, ἀπορρίπτει αὐτὸν ποὺ μ’ ἔστειλε.
(Λουκ. ι´ 16-21)
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· ῾Ο ἀκούων ὑμῶν ἐμοῦ ἀκούει,
καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με. ῾Υπέστρεψαν
δὲ οἱ ἑβδομήκοντα μετὰ χαρᾶς λέγοντες· Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν
τῷ ὀνόματί σου.
Εἶπε δὲ αὐτοῖς· ᾿Εθεώρουν τὸν σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ
πεσόντα. ᾿Ιδοὺ δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ
ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ. Πλὴν ἐν τούτῳ μὴ
χαίρετε, ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη
ἐν τοῖς οὐρανοῖς. ᾿Εν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ πνεύματι ὁ ᾿Ιησοῦς καὶ εἶπεν· ᾿Εξομολογοῦμαί
σοι, Πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ
συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναί, ὁ Πατήρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν
σου.
Απόδοση σε απλή
γλώσσα
Εἶπε ὁ Κύριος στοὺς μαθητές του· «῞Οποιος ἀκούει ἐσᾶς, ἀκούει
ἐμένα· ὅποιος ἀπορρίπτει ἐσᾶς, ἀπορρίπτει ἐμένα· κι ὅποιος ἀπορρίπτει ἐμένα, ἀπορρίπτει
αὐτὸν ποὺ μ’ ἔστειλε».῞Οταν γύρισαν πίσω οἱ ἑβδομήντα μαθητές, ἔλεγαν γεμάτοι
χαρά· «Κύριε, ἀκόμη καὶ τὰ δαιμόνια μᾶς ὑπακοῦνε ὅταν τὰ προστάζουμε στὸ ὄνομά
σου».
Κι ὁ ᾿Ιησοῦς τοὺς εἶπε· «᾿Εγὼ ἔχω δεῖ τὸν σατανὰ νὰ πέφτει ἀπὸ τὸν οὐρανὸ
σὰν ἀστραπή. Σᾶς δίνω ἐξουσία νὰ πατᾶτε πάνω σὲ φίδια καὶ σκορπιούς, καὶ νὰ
κυριαρχεῖτε πάνω σ’ ὅλη τὴ δύναμη τοῦ ἐχθροῦ· τίποτε δὲν θὰ σᾶς βλάψει. Μὴ
χαίρεστε ὅμως γιατὶ σᾶς ὑπακοῦνε τὰ δαιμονικὰ πνεύματα· μᾶλλον νὰ χαίρεστε ποὺ
τὰ ὀνόματά σας ἔχουν γραφτεῖ στὸν οὐρανό». ᾿Εκείνη τὴ στιγμὴ ὁ ᾿Ιησοῦς ἔνιωσε
μέσα του ἀγαλλίαση, καὶ εἶπε· «Σ’ εὐχαριστῶ Πατέρα, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς,
γιατὶ αὐτὰ ποὺ ἀπέκρυψες ἀπὸ τοὺς σοφοὺς καὶ τοὺς συνετοὺς τὰ φανέρωσες στοὺς
ταπεινούς. Ναί, Πατέρα μου, αὐτὸ ἔγινε γιατὶ ἔτσι τὸ θέλησες».