Ο Παντοκράτωρ Ιησούς Χριστός

Ο Παντοκράτωρ Ιησούς Χριστός

Παρασκευή, 27 Ιανουαρίου 2017

ΕΥΧΗ ΠΡΟ ΤΟΥ ΥΠΝΩΣΑΙ

-ΤΟΥ ΟΣΙΟΥ ΕΦΡΑΙΜ ΤΟΥ ΣΥΡΟΥ-
Κύριε Ἰησοῦ Χριστέ Θεός ἡμῶν τήν ἁγίαν Σου Μητέρατιμιωτέραν ἀναδείξας πασῶν τῶν ἐπουρανίων δυνάμεωνΑὐτός Πανάγαθε διά τῶν πρεσβειῶν Αὐτῆς καί πάντων Σου τῶν Ἁγίωνπαρακλήθητι καί συγχώρησόν μοι τῷ ἁμαρτωλῷ καί ἀχρείῳ δούλῳ Σουεἴ τι ἤμαρτον σήμερον ὡς ἄνθρωπος  μᾶλλον εἰπεῖν οὐχ ὡς ἄνθρωποςἀλλ᾿ ὡς ἀπάνθρωποςτά ἑκούσιά μου πταίσματα καί τά ἀκούσιατά ἐν λόγῳ τά ἐν ἔργῳ τά ἐν γνώσει καί ἀγνοίατά ἐκ συναρπαγῆς καί ἀπροσεξίας καί πολλῆς μου ραθυμίας καί ἀμελείας γεγενημένα.
Εἴτε τό ὄνομά Σου τό Ἅγιον ὥμοσα, εἴτε ἐπιώρκησα, ἤ ἐβλασφήμησα κατά διάνοιαν, ἤ ἔν τινι Σέ παρώργησα, ἤ ἔκλεψα ἤ ἐψευσάμην ἤ φίλος παρέβαλε πρός ἐμέ καί παρεῖδον αὐτόν, ἤ ἀδελφόν ἔθλιψα καί παρεπίκρανα, ἤ ἱσταμένου μου ἐν προσευχῇ καί ψαλμωδίᾳ ὁ νοῦς μου ὁ πονηρός εἰς τά πονηρά καί βιωτικά περιεπόλευσε, ἤ παρά τό πρέπον ἐτρύφησα, ἤ εὐτράπελα ἐλάλησα, ἤ ἀφρόνως ἐγέλασα ἤ ἐκενοδόξησα ἤ ὑπερηφανευσάμην ἤ κάλλος μάταιον ἐθεασάμην καί ὑπ᾿ αὐτοῦ ἠθέλχθην τόν νοῦν ἤ τά μή δέοντα ἐφλυάρησα, ἤ τό ἐλάττωμα τοῦ ἀδελφοῦ μου περιεργασάμην καί κατέκρινα αὐτό καί τά ἐμαυτοῦ ἀναρίθμητα ἐλαττώματα παραβλεψάμην, εἴτε ἐθύμωσα, εἴτε ἠγανάκτησα, εἴτε ὀλιγοπίστησα, εἴτε ἀχαριστίαν ἔδειξα πρός Ἐσένα Λυτρωτά μου καί Εὐεργέτα μου, εἴτε τῶν καθηκόντων μου παρημέλησα, εἴτε ἀκροατής κατακρίσεων παρέστην, εἴτε τόν ἀδελφόν μου ἐσκανδάλισα ἐν γνώσει ἤ ἐξ ἀγνοίας μου ἤ ἐξ ἀδιασκρισίας μου εἴτε τῆς προσευχῆς μου ἠμέλησα, εἴτε τήν ἐντολήν τοῦ Πνευματικοῦ μου Πατρός καί Μητρός μου ἠθέτησα καί αὐτήν οὐκ ἐφύλαξα, εἴτε ἄλλον πονηρόν ἐπενόησα· ταῦτα πάντα καί ἄλλα ἅπερ ἔπραττα καί οὐ μέμνημαι, συγχώρησόν μου, ὡς ἀγαθός καί φιλάνθρωπος καί οἰκτίρμων Θεός, ἵνα ἐν εἰρήνῃ κοιμηθῶ καί ὑπνώσω ὁ ἄσωτος ἐγώ, δοξάζων Σέ σύν τῷ Ἀνάρχῳ Σου Πατρί καί τῷ Παναγίῳ καί Ἀγαθῷ καί Ζωοποιῷ Σου Πνεύματι νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

Τῷ Θεῷ δόξα! Ἀμήν!
Related Posts Plugin for WordPress, Blogger...