Ἀπολυτίκιον. Ἦχος
γ’. Τὴν ὡραιότητα.
Σοφίας χάριτι, Πάτερ κοσμούμενος, σάλπιξ θεόφθογγος, ὤφθης
τοῦ Πνεύματος, καὶ ἀρετῶν ὑφηγητής, Νικόδημε θεηγόρε, πᾶσι γὰρ παρέθηκας,
σωτηρίας διδάγματα, βίου καθαρότητας, διεκφαίνων τὴν ἔλλαμψιν, τῷ πλούτῳ τῶν
ἐνθέων σου λόγων, δι’ ὧν ὡς φῶς τῷ κόσμῳ ἔλαμψας.