Σφαγήν σου τὴν
ἄδικον Χριστέ,
ἡ Παρθένος βλέπουσα,
ὀδυρομένη ἐβόα σοι·
Τέκνον γλυκύτατον,
πῶς ἀδίκως θνῄσκεις;
πῶς τῷ ξύλῳ
κρέμασαι, ὁ πᾶσαν γῆν κρεμάσας τοῖς ὕδασι;
Μὴ λίπῃς μόνην με,
Εὐεργέτα πολυέλεε,
τὴν Μητέρα, καὶ
δούλην σου δέομαι.