Τῶ καιρῷ ἐκείνῳ, ἠνάγκασεν ὁ ᾿Ιησοῦς τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι
εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους. Καὶ ἀπολύσας
τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος κατ᾿ ἰδίαν προσεύξασθαι. ᾿Οψίας δὲ γενομένης
μόνος ἦν ἐκεῖ. Τὸ δὲ πλοῖον ἤδη μέσον τῆς θαλάσσης ἦν, βασανιζόμενον ὑπὸ τῶν κυμάτων· ἦν γὰρ ἐναντίος ὁ ἄνεμος. Τετάρτῃ δὲ φυλακῇ τῆς
νυκτὸς ἀπῆλθε πρὸς αὐτοὺς ὁ ᾿Ιησοῦς περιπατῶν ἐπὶ τῆς θαλάσσης.
Καὶ ἰδόντες αὐτὸν οἱ μαθηταὶ ἐπὶ τὴν θάλασσαν περιπατοῦντα
ἐταράχθησαν λέγοντες ὅτι φάντασμά ἐστι, καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν. Εὐθέως δὲ ἐλάλησεν
αὐτοῖς ὁ ᾿Ιησοῦς λέγων· Θαρσεῖτε, ἐγώ εἰμι· μὴ φοβεῖσθε. ᾿Αποκριθεὶς δὲ αὐτῷ ὁ
Πέτρος εἶπε· Κύριε, εἰ σὺ εἶ, κέλευσόν με πρός σε ἐλθεῖν ἐπὶ τὰ ὕδατα. ῾Ο δὲ εἶπεν,
᾿Ελθέ. Καὶ καταβὰς ἀπὸ τοῦ πλοίου ὁ Πέτρος περιεπάτησεν ἐπὶ τὰ ὕδατα ἐλθεῖν πρὸς
τὸν ᾿Ιησοῦν. Βλέπων δὲ τὸν ἄνεμον ἰσχυρὸν ἐφοβήθη, καὶ ἀρξάμενος
καταποντίζεσθαι ἔκραξε λέγων· Κύριε, σῶσόν με. Εὐθέως δὲ ὁ ᾿Ιησοῦς ἐκτείνας τὴν
χεῖρα ἐπελάβετο αὐτοῦ καὶ λέγει αὐτῷ· ᾿Ολιγόπιστε! εἰς τί ἐδίστασας; Καὶ ἐμβάντων
αὐτῶν εἰς τὸ πλοῖον ἐκόπασεν ὁ ἄνεμος· οἱ δὲ ἐν τῷ πλοίῳ ἐλθόντες προσεκύνησαν
αὐτῷ λέγοντες· ᾿Αληθῶς Θεοῦ Υἱὸς εἶ. Καὶ διαπεράσαντες ἦλθον εἰς τὴν γῆν
Γεννησαρέτ.
Εκεῖνο τὸν καιρό, ὁ ᾿Ιησοῦς ὑποχρέωσε τοὺς μαθητές του νὰ
μποῦν στὸ καΐκι καὶ νὰ πᾶνε νὰ τὸν περιμένουν στὴν ἀπέναντι ὄχθη, ὡσότου αὐτὸς
διαλύσει τὰ πλήθη. ᾿Αφοῦ τοὺς διέλυσε, ἀνέβηκε μόνος του στὸ βουνὸ νὰ
προσευχηθεῖ. ῞Οταν βράδιασε ἦταν μόνος του ἐκεῖ. Στὸ μεταξὺ τὸ καΐκι βρισκόταν
κιόλας στὴ μέση τῆς λίμνης καὶ τὸ παίδευαν τὰ κύματα, γιατὶ ἦταν ἀντίθετος ὁ ἄνεμος.
Κατὰ τὰ ξημερώματα, ἦρθε ὁ ᾿Ιησοῦς κοντά τους περπατώντας πάνω στὴ λίμνη.
Οἱ μαθητές, ὅταν τὸν εἶδαν νὰ περπατάει πάνω στὴ λίμνη,
τρόμαξαν· ἔλεγαν πὼς εἶναι φάντασμα κι ἔβαλαν τὶς φωνὲς ἀπὸ τὸν φόβο τους. ᾿Αμέσως
ὅμως ὁ ᾿Ιησοῦς τοὺς μίλησε καὶ τοὺς εἶπε· «Θάρρος! ᾿Εγὼ εἶμαι· μὴ φοβάστε». ῾Ο
Πέτρος τοῦ ἀποκρίθηκε· «Κύριε, ἂν εἶσαι ἐσύ, δῶσε μου ἐντολὴ νὰ ἔρθω κοντά σου
περπατώντας στὰ νερά». Κι ἐκεῖνος τοῦ εἶπε· «῎Ελα». Κατέβηκε τότε ἀπὸ τὸ πλοῖο ὁ
Πέτρος κι ἄρχισε νὰ περπατάει πάνω στὰ νερὰ γιὰ νὰ πάει στὸν ᾿Ιησοῦ. Βλέποντας ὅμως
τὸν ἰσχυρὸ ἄνεμο φοβήθηκε, κι ἄρχισε νὰ καταποντίζεται· ἔβαλε τότε τὶς φωνές·
«Κύριε, σῶσε με!» ᾿Αμέσως ὁ ᾿Ιησοῦς ἅπλωσε τὸ χέρι, τὸν ἔπιασε καὶ τοῦ λέει· «᾿Ολιγόπιστε,
γιατί σὲ κυρίεψε ἡ ἀμφιβολία;» Καὶ μόλις ἀνέβηκαν στὸ καΐκι κόπασε ὁ ἄνεμος.
Τότε ὅσοι ἦταν στὸ καΐκι ἦρθαν καὶ τὸν προσκύνησαν λέγοντας· «᾿Αληθινά, εἶσαι ὁ
Υἱὸς τοῦ Θεοῦ!» ᾿Αφοῦ διασχίσανε τὴ λίμνη, ἦρθαν στὴν περιοχὴ τῆς Γεννησαρέτ.