Τῷ καιρῷ ἐκείνῳ, ἄνθρωπός τις προσῆλθε τῷ ᾿Ιησοῦ γονυπετῶν
αὐτὸν καὶ λέγων· Κύριε, ἐλέησόν μου τὸν υἱόν, ὅτι σεληνιάζεται καὶ κακῶς
πάσχει· πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ καὶ πολλάκις εἰς τὸ ὕδωρ. Καὶ προσήνεγκα
αὐτὸν τοῖς μαθηταῖς σου, καὶ οὐκ ἠδυνήθησαν αὐτὸν θεραπεῦσαι. ᾿Αποκριθεὶς δὲ ὁ ᾿Ιησοῦς
εἶπεν· ῏Ω γενεὰ ἄπιστος καὶ διεστραμμένη! ἕως πότε ἔσομαι μεθ᾿ ὑμῶν;
῞Εως πότε ἀνέξομαι ὑμῶν; Φέρετέ μοι αὐτὸν ὧδε. Καὶ ἐπετίμησεν
αὐτῷ ὁ ᾿Ιησοῦς, καὶ ἐξῆλθεν ἀπ᾿ αὐτοῦ τὸ δαιμόνιον καὶ ἐθεραπεύθη ὁ παῖς ἀπὸ τῆς
ὥρας ἐκείνης. Τότε προσελθόντες οἱ μαθηταὶ τῷ ᾿Ιησοῦ κατ᾿ ἰδίαν εἶπον· Διατί ἡμεῖς
οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό; ῾Ο δὲ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· Διὰ τὴν ἀπιστίαν ὑμῶν.
᾿Αμὴν γὰρ λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ,
μετάβηθι ἐντεῦθεν ἐκεῖ, καὶ μεταβήσεται, καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν. Τοῦτο δὲ τὸ
γένος οὐκ ἐκπορεύεται εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. ᾿Αναστρεφομένων δὲ αὐτῶν εἰς
τὴν Γαλιλαίαν εἶπεν αὐτοῖς ὁ ᾿Ιησοῦς· Μέλλει ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι εἰς
χεῖρας ἀνθρώπων καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται.
Ἐκεῖνο τὸν καιρό, πλησίασε τὸν ᾿Ιησοῦ ἕνας ἄνθρωπος,
γονάτισε μπροστά του καὶ τοῦ εἶπε· «Κύριε, σπλαχνίσου τὸν γιό μου, γιατὶ εἶναι ἐπιληπτικὸς
καὶ ὑποφέρει· πολλὲς φορὲς μάλιστα πέφτει στὴ φωτιὰ καὶ στὸ νερό. Τὸν ἔφερα στοὺς
μαθητές σου, ἀλλὰ δὲν μπόρεσαν νὰ τὸν θεραπεύσουν». ῾Ο ᾿Ιησοῦς ἀπάντησε· «Γενιὰ
ἄπιστη καὶ διεφθαρμένη, ὣς πότε θὰ εἶμαι μαζί σας; ῝
Ως πότε θὰ σᾶς ἀνέχομαι; Φέρτε τόν μου ἐδῶ». ῾Ο ᾿Ιησοῦς ἐπιτίμησε
τὸ δαιμόνιο, καὶ βγῆκε ἀπ᾿ αὐτόν· ἀπὸ κείνη τὴν ὥρα τὸ παιδὶ γιατρεύτηκε. Πῆγαν
τότε ἰδιαιτέρως στὸν ᾿Ιησοῦ οἱ μαθητὲς καὶ τὸν ρώτησαν· «Γιατί ἐμεῖς δὲν
μπορέσαμε νὰ τὸ βγάλουμε;» «᾿Εξαιτίας τῆς ἀπιστίας σας», τοὺς εἶπε ὁ ᾿Ιησοῦς.
«Σᾶς βεβαιώνω πώς, ἂν ἔχετε πίστη ἔστω καὶ σὰν κόκκο σιναπιοῦ, θὰ λέτε σ᾿ αὐτὸ
τὸ βουνὸ “πήγαινε ἀπὸ δῶ ἐκεῖ”, καὶ θὰ πηγαίνει· καὶ τίποτα δὲν θὰ εἶναι ἀδύνατο
γιὰ σᾶς. Αὐτὸ τὸ δαιμονικὸ γένος δὲν βγαίνει παρὰ μόνο μὲ προσευχὴ καὶ
νηστεία». ᾿Ενῶ οἱ μαθητὲς περιέρχονταν τὴ Γαλιλαία, τοὺς εἶπε ὁ ᾿Ιησοῦς· «῾Ο Υἱὸς
τοῦ ᾿Ανθρώπου πρόκειται νὰ παραδοθεῖ σὲ χέρια ἀνθρώπων· θὰ τὸν θανατώσουν, καὶ
τὴν τρίτη μέρα θὰ ἀναστηθεῖ».