Κατά Ιωάννην (ζ΄
37-52, η΄ 12)
Τῷ καιρῷ ἐκείνῳ, ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς
εἱστήκει ὁ Ἰησοῦς καὶ ἔκραξε λέγων· ἐάν τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω. Ὁ
πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας
αὐτοῦ ρεύσουσιν ὕδατος ζῶντος. Τοῦτο δὲ εἶπε περὶ τοῦ Πνεύματος οὗ ἔμελλον
λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν· οὔπω γὰρ ἦν Πνεῦμα Ἅγιον, ὅτι
Ἰησοῦς οὐδέπω ἐδοξάσθη.
Πολλοὶ οὖν ἐκ τοῦ ὄχλου ἀκούσαντες τὸν λόγον ἔλεγον· οὗτός
ἐστιν ἀληθῶς ὁ προφήτης· ἄλλοι ἔλεγον· οὗτός ἐστιν ὁ Χριστός· ἄλλοι ἔλεγον· μὴ
γὰρ ἐκ τῆς Γαλιλαίας ὁ Χριστὸς ἔρχεται; Οὐχὶ ἡ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος
Δαυὶδ καὶ ἀπὸ Βηθλεὲμ τῆς κώμης, ὅπου ἦν Δαυὶδ, ὁ Χριστὸς ἔρχεται; Σχίσμα οὖν
ἐν τῷ ὄχλῳ ἐγένετο δι' αὐτόν. Τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν, ἀλλ'
οὐδεὶς ἐπέβαλεν ἐπ' αὐτὸν τὰς χεῖρας.
Ἦλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους, καὶ εἶπον αὐτοῖς ἐκεῖνοι· διατί οὐκ ἠγάγετε αὐτόν; Ἀπεκρίθησαν οἱ ὑπηρέται· οὐδέποτε οὕτως ἐλάλησεν ἄνθρωπος, ὡς οὗτος ὁ ἄνθρωπος. Ἀπεκρίθησαν οὖν αὐτοῖς οἱ Φαρισαῖοι· μὴ καὶ ὑμεῖς πεπλάνησθε; Μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν ἢ ἐκ τῶν Φαρισαίων; Ἀλλ' ὁ ὄχλος οὗτος ὁ μὴ γινώσκων τὸν νόμον ἐπικατάρατοί εἰσι! Λέγει Νικόδημος πρὸς αὐτούς, ὁ ἐλθὼν νυκτὸς πρὸς αὐτόν, εἷς ὢν ἐξ αὐτῶν· μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ ἀκούσῃ παρ' αὐτοῦ πρότερον καὶ γνῷ τί ποιεῖ; Ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ· μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ; ἐρεύνησον καὶ ἴδε ὅτι προφήτης ἐκ τῆς Γαλιλαίας οὐκ ἐγήγερται. Πάλιν οὖν αὐτοῖς ὁ Ἰησοῦς ἐλάλησε λέγων· ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὁ ἀκολουθῶν ἐμοὶ οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλ' ἕξει τὸ φῶς τῆς ζωῆς.

Απόδοση σε απλή
γλώσσα:
Τόν καιρό ἐκείνο, τὴν τελευταίαν ἡμέραν τὴν μεγάλην τῆς
ἑορτῆς, ἐστάθηκε ὁ Ἰησοῦς καὶ ἐφώναξε δυνατά, «Ἐὰν κανεὶς διψᾷ, ἂς ἔλθῃ σ’ ἐμὲ
καὶ ἂς πιῇ. Ἐκεῖνος ποὺ πιστεύει σ’ ἐμέ, καθὼς εἶπε ἡ γραφή, «Θὰ τρέξουν ἀπὸ
τὴν κοιλιά του ποταμοὶ νεροῦ ζωντανοῦ». Αὐτὸ τὸ εἶπε διὰ τὸ Πνεῦμα, τὸ ὁποῖον
θὰ ἔπαιρναν ἐκεῖνοι ποὺ θὰ ἐπίστευαν σ’ αὐτόν· διότι δὲν εἶχε δοθῆ ἀκόμη Πνεῦμα
Ἅγιον, ἐπειδὴ ὁ Ἰησοῦς δὲν εἶχε ἀκόμη δοξασθῆ.
Πολλοὶ ἀπὸ τὸ πλῆθος, ὅταν ἀκουσαν αὐτά, ἔλεγαν, «Αὐτὸς
εἶναι πραγματικὰ ὁ Προφήτης», ἄλλοι ἔλεγαν, «Αὐτὸς εἶναι ὁ Χριστός», ἄλλοι
ἔλεγαν, «Μήπως ὁ Χριστὸς ἔρχεται ἀπὸ τὴν Γαλιλαίαν; Δὲν εἶπε ἡ γραφὴ ὅτι ὁ
Χριστὸς ἔρχεται ἀπὸ τὸ σπέρμα τοῦ Δαυΐδ καὶ ἀπὸ τὴν κωμόπολιν Βηθλεὲμ ὅπου ἦτο
ὁ Δαυΐδ;». Ἔγινε λοιπὸν διχασμὸς γι’ αὐτὸν μεταξὺ τοῦ πλήθους. Μερικοὶ ἤθελαν
νὰ τὸν πιάσουν ἀλλὰ κανεὶς δὲν ἔβαλε χέρι ἐπάνω του.
Τότε ἐπέστρεψαν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς
Φαρισαίους, οἱ ὁποῖοι τοὺς εἶπαν, «Γιατὶ δὲν τὸν ἐφέρατε;». Ἀπεκρίθησαν οἱ
ὑπηρέται, «Κανεὶς ἄνθρωπος δὲν ἐμίλησε ποτὲ ὅπως μιλεῖ αὐτὸς ὁ ἄνθρωπος». Οἱ
Φαρισαῖοι τοὺς ἀπεκρίθησαν, «Μήπως καὶ σεῖς ἔχετε πλανηθῆ; Ἐπίστεψε σ’ αὐτὸν κανεὶς
ἀπὸ τοὺς ἄρχοντας ἢ τοὺς Φαρισαίους; Ὅσο γι’ αὐτὸν τὸν ὄχλον, ποὺ δὲν ξέρει τὸν
νόμον εἶναι καταραμένος». Λέγει εἰς αὐτοὺς ὁ Νικόδημος, ὁ ὁποῖος εἶχε ἔλθει εἰς
αὐτὸν τὴν νύχτα καὶ ὁ ὁποῖος ἦτο ἕνας ἀπὸ αὐτούς, «Καταδικάζει ἄνθρωπον, ὁ
νόμος μας ἐὰν δὲν τὸν ἀκούσῃ προηγουμένως καὶ μάθῃ τί ἔκανε;». Ἀπεκρίθησαν εἰς
αὐτόν, «Μήπως καὶ σὺ εἶσαι ἀπὸ τὴν Γαλιλαίαν; Ἐρεύνησε καὶ θὰ ἰδῇς, ὅτι δὲν
ἔχει ἔλθει προφήτης ἀπὸ τὴν Γαλιλαίαν». Πάλιν ὁ Ἰησοῦς τοὺς ἐμίλησε καὶ εἶπε,
«Ἐγὼ εἶμαι τὸ φῶς τοῦ κόσμου. Ἐκεῖνος ποὺ μὲ ἀκολουθεῖ δὲν θὰ περπατήσῃ εἰς τὸ
σκοτάδι ἀλλὰ θὰ ἔχῃ τὸ φῶς τῆς ζωῆς».