Ο Παντοκράτωρ Ιησούς Χριστός

Ο Παντοκράτωρ Ιησούς Χριστός

Κυριακή 3 Μαΐου 2015

Το Ευαγγέλιο της Κυριακής 3 Μαΐου 2015 - Κυριακή του Παραλύτου

(᾿Ιω. ε´ 1-15) 
Τῷ καιρῷ ἐκείνῳ, ἀνέβη ᾿Ιησοῦς εἰς ῾Ιεροσόλυμα. ῎Εστι δὲ ἐν τοῖς ῾Ιεροσολύμοις ἐπὶ τῇ προβατικῇ κολυμβήθρα, ἡ ἐπιλεγομένη ῾Εβραϊστὶ Βηθεσδά, πέντε στοὰς ἔχουσα. ᾿Εν ταύταις κατέκειτο πλῆθος πολὺ τῶν ἀσθενούντων, τυφλῶν, χωλῶν, ξηρῶν, ἐκδεχομένων τὴν τοῦ ὕδατος κίνησιν. ῎Αγγελος γὰρ κατὰ καιρὸν κατέβαινεν ἐν τῇ κολυμβήθρᾳ, καὶ ἐταράσσετο τὸ ὕδωρ· ὁ οὖν πρῶτος ἐμβὰς μετὰ τὴν ταραχὴν τοῦ ὕδατος ὑγιὴς ἐγίνετο ᾧ δήποτε κατείχετο νοσήματι.
῏Ην δέ τις ἄνθρωπος ἐκεῖ τριάκοντα καὶ ὀκτὼ ἔτη ἔχων ἐν τῇ ἀσθενείᾳ αὐτοῦ. Τοῦτον ἰδὼν ὁ ᾿Ιησοῦς κατακείμενον, καὶ γνοὺς ὅτι πολὺν ἤδη χρόνον ἔχει, λέγει αὐτῷ· Θέλεις ὑγιὴς γενέσθαι; ᾿Απεκρίθη αὐτῷ ὁ ἀσθενῶν· Κύριε, ἄνθρωπον οὐκ ἔχω, ἵνα ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς τὴν κολυμβήθραν· ἐν ᾧ δὲ ἔρχομαι ἐγώ, ἄλλος πρὸ ἐμοῦ καταβαίνει. Λέγει αὐτῷ ὁ ᾿Ιησοῦς· ῎Εγειρε, ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει. Καὶ εὐθέως ἐγένετο ὑγιὴς ὁ ἄνθρωπος, καὶ ἦρε τὸν κράβαττον αὐτοῦ καὶ περιεπάτει. ῏Ην δὲ Σάββατον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. ῎Ελεγον οὖν οἱ ᾿Ιουδαῖοι τῷ τεθεραπευμένῳ· Σάββατόν ἐστιν· οὐκ ἔξεστί σοι ἆραι τὸν κράβαττον. ᾿Απεκρίθη αὐτοῖς· ῾Ο ποιήσας με ὑγιῆ, ἐκεῖνός μοι εἶπεν· ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει. ᾿Ηρώτησαν οὖν αὐτόν· Τίς ἐστιν ὁ ἄνθρωπος ὁ εἰπών σοι, ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει; ῾Ο δὲ ἰαθεὶς οὐκ ᾔδει τίς ἐστιν· ὁ γὰρ ᾿Ιησοῦς ἐξένευσεν ὄχλου ὄντος ἐν τῷ τόπῳ. Μετὰ ταῦτα εὑρίσκει αὐτὸν ὁ ᾿Ιησοῦς ἐν τῷ ἱερῷ καὶ εἶπεν αὐτῷ· ῎Ιδε ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν σοί τι γένηται. ᾿Απῆλθεν ὁ ἄνθρωπος καὶ ἀνήγγειλε τοῖς ᾿Ιουδαίοις ὅτι ᾿Ιησοῦς ἐστιν ὁ ποιήσας αὐτὸν ὑγιῆ.

Απόδοση σε απλή γλώσσα
Ἐκεῖνο τὸν καιρό, ἀνέβηκε ὁ ᾿Ιησοῦς στὰ ῾Ιεροσόλυμα. Κοντὰ στὴν προβατικὴ πύλη, στὰ ῾Ιεροσόλυμα, ὑπάρχει μιὰ δεξαμενὴ μὲ πέντε στοές, ποὺ ἑβραϊκὰ ὀνομάζεται Βηθεσδά. Σ’ αὐτὲς τὶς στοὲς κείτονταν πολλοὶ ἄρρωστοι, τυφλοί, κουτσοί, παράλυτοι, ποὺ περίμεναν νὰ ἀναταραχθεῖ τὸ νερό· γιατί, ἀπὸ καιρὸ σὲ καιρό, ἕνας ἄγγελος Κυρίου κατέβαινε στὴ δεξαμενὴ κι ἀνατάραζε τὰ νερά· ὅποιος, λοιπόν, ἔμπαινε πρῶτος μετὰ τὴν ἀναταραχὴ τοῦ νεροῦ, αὐτὸς γινόταν καλά, ὅποια κι ἂν ἦταν ἡ ἀρρώστια ποὺ τὸν ταλαιπωροῦσε.
᾿Εκεῖ ἦταν κι ἕνας ἄνθρωπος, ἄρρωστος τριάντα ὀκτὼ ὁλόκληρα χρόνια. ῞Οταν τὸν εἶδε ὁ ᾿Ιησοῦς κατάκοιτο, τὸν ρώτησε· «Θέλεις νὰ γίνεις καλά;» ῎Ηξερε πὼς ἦταν ἔτσι γιὰ πολὺν καιρό. «Κύριε», τοῦ ἀποκρίθηκε ὁ ἄρρωστος, «δὲν ἔχω κανέναν νὰ μὲ βάλει στὴ δεξαμενὴ μόλις ἀναταραχτοῦν τὰ νερά· ἔτσι, ἐνῶ ἐγὼ προσπαθῶ νὰ πλησιάσω μόνος μου, πάντοτε κάποιος ἄλλος κατεβαίνει στὸ νερὸ πρὶν ἀπὸ μένα». ῾Ο ᾿Ιησοῦς τοῦ λέει· «Σήκω πάνω, πάρε τὸ κρεβάτι σου καὶ περπάτα». Κι ἀμέσως ὁ ἄνθρωπος ἔγινε καλά, σήκωσε τὸ κρεβάτι του καὶ περπατοῦσε. ῾Η μέρα ποὺ ἔγινε αὐτὸ ἦταν Σάββατο. ῎Ελεγαν, λοιπόν, οἱ ᾿Ιουδαῖοι ἄρχοντες στὸν θεραπευμένο· «Εἶναι Σάββατο, καὶ δὲν ἐπιτρέπεται νὰ σηκώνεις τὸ κρεβάτι σου». Αὐτὸς ὅμως τοὺς ἀπάντησε· «᾿Εκεῖνος ποὺ μ’ ἔκανε καλά, ἐκεῖνος μοῦ εἶπε “πάρε τὸ κρεβάτι σου καὶ περπάτα”». Τὸν ρώτησαν· «Ποιὸς εἶναι ὁ ἄνθρωπος ποὺ σοῦ εἶπε “πάρε το καὶ περπάτα;”» ῾Ο θεραπευμένος ὅμως δὲν ἤξερε νὰ πεῖ ποιὸς ἦταν, ἐπειδὴ ὁ ᾿Ιησοῦς εἶχε φύγει ἀπαρατήρητος ἐξαιτίας τοῦ πλήθους ποὺ ἦταν μαζεμένο ἐκεῖ. ᾿Αργότερα ὁ ᾿Ιησοῦς τὸν βρῆκε στὸν ναὸ καὶ τοῦ εἶπε· «Βλέπεις, ἔχεις γίνει καλά· ἀπὸ δῶ καὶ πέρα μὴν ἁμαρτάνεις, γιὰ νὰ μὴν πάθεις τίποτα χειρότερο». ῾Ο ἄνθρωπος ἔφυγε ἀμέσως κι ἀνάγγειλε στοὺς ᾿Ιουδαίους ἄρχοντες ὅτι ὁ ᾿Ιησοῦς ἦταν αὐτὸς ποὺ τὸν γιάτρεψε.
www.synodoiporia.gr
Related Posts Plugin for WordPress, Blogger...